Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 32
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 32.16
Not analysed yet
ἔστι δ᾿ οὐχ “ἡμέτερος οὗτος ὁ λόγος, Ἰουδαίοις δὲ ἐγινώσκετο “τοῖς πάλαι καὶ πρὸ Χριστοῦ, ἐφυλάττετό τε πρὸς “αὐτῶν μάλιστα. μαθεῖν δ᾿ ἔστιν ἐκ τῶν ὑπὸ Φί- “λωνος, Ἰωσήπου, Μουσαίου λεγομένων, καὶ οὐ “μόνων τούτων, ἀλλὰ καὶ τῶν ἔτι παλαιοτέρων, “ἀμφοτέρων Ἀγαθοβούλων τῶν ἐπίκλην διδασκά- “λων, Ἀριστοβούλου τοῦ πάνυ, ὃς ἐν τοῖς ἑβδομή- “κοντα κατειλεγμένος τοῖς τὰς ἱερὰς καὶ θείας “Ἑβραίων ἑρμηνεύσασι γραφὰς Πτολεμαίῳ τῷ Φιλα- “δέλφῳ καὶ τῷ τούτου πατρὶ, καὶ βίβλους ἐξηγητι- “κὰς τοῦ Μωυσέως νόμου τοῖς αὐτοῖς προσεφώνησε “βασιλεῦσιν.