Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 32
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 32.19
Not analysed yet
οἶδα πλεῖστα καὶ ἄλλα πρὸς αὐτῶν λεγόμενα, τοῦτο μὲν πιθανὰ, τοῦτο δὲ κατὰ τὰς κυριακὰς ἀποδείξεις προι· όντα, δι’ ὧν παριστάνειν πειρῶνται, τὴν τοῦ πάσχα καὶ τῶν ἀζύμων ἑορτὴν δεῖν πάντως μετ’ ἰσημερίαν ἄγεσθαι· παρίημι δὲ τὰς τοιαύτας τῶν ἀποδείξεων ὕλας ἀπαιτῶν, ὧν περιῄρηται μὲν τὸ ἐπὶ τοῦ Μωυσέως νόμῳ κάλυμμα, ἀνακεκαλυμμένῳ δὲ τῷ προσώπῳ λοιπὸν ἤδη Χριστὸν καὶ τὰ Χριστοῦ ἀεὶ κατοπτρίζεσθαι μαθήματά τε καὶ παθήματα. τοῦ δὲ τὸν πρῶτον παρ’ Ἑβραί- “οις ὄις μῆνα περὶ ἰσημερίαν εἶναι παραστατικὰ καὶ τὰ “ἐν τῷ Ἐωὼχ μαθήματα. “