Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 32
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 32.23
Not analysed yet
οὐ μὴν ἐπὶ τούτῳ γε καταστρέφειν ἤμελλε τὰ τῆς ἐκκλησίας, ἀνορθοῦται δ᾿ αὐτὰ πρὸς αὐτοῦ θεοῦ τοῦ πάντων σωτῆρος αὐτίκα τῆς αὐτόθι παροικίας ἐπίσκοπος ἀναδειχθεὶς Θεόδοτος, πράγμασιν αὐτοῖς ἀνὴρ καὶ τὸ κύριον ὄνομα καὶ τὸν ἐπίσκοπον ἐπαληθεύσας. ἰατρικῆς μὲν γὰρ σωμάτων ἀπεφέρετο τὰ πρῶτα τῆς ἐπιστήμης, ψυχῶν δὲ θεραπευτικῆς οἷος οὐδὲ ἄλλος ἀνθρώπων ἐτύγχανε, φιλανθρωπίας, γνησιότητος, συμπαθείας, σπουδῆς τῆς τῶν παρ᾿ αὐτοῦ δεομένων ὠφελείας ἕνεκεν. πολὺ δὲ ἦν αὐτῷ καὶ τὸ περὶ τὰ θεῖα μαθήματα συνησκημένον. οὗτος μὲν δὴ τοιοῦτος ἦν.