Ancient Greek · ~3 min
32.28 to 32.30
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 32.28-30
Not analysed yet
ὅτι δὴ ἐπὶ πάσαις λογικαῖς ἐπιστήμαις τὸν τεχνικώτατον καὶ λογιώτατον καὶ μόνον πεῖραν αὐτοῦ λαβὼν ἂν εἶπες. ἐφάμιλλα δὲ αὐτῷ καὶ τὰ τῆς ἀρετῆς παρῆν τοῦ βίου. τοῦτον κατὰ τὸν τοῦ διωγμοῦ καιρὸν τοῖς κατὰ Παλαιστίνην κλίμασι διαδιδράσκοντα ἐφ’ ὅλοις ἔτεσιν ἑπτὰ κατενοήσαμεν. τῆς δ’ ἐν Ἱεροσολύμοις ἐκκλησίας μετὰ τὸν σμικρῷ πρόσθεν δεδηλωμένον ἐπίσκοπον Ὑμέναιον Ζάμβδας τὴν λειτουργίαν παραλαμβάνει. μετ’ οὐ πολὺ δὲ τούτου κεκοιμημένου Ἕρμων ὕστατος τῶν μέχρι τοῦ καθ’ ἡμᾶς διωγμοῦ τὸν εἰσέτι νῦν ἐκεῖσε πεφυλαγμένον ἀποστολικὸν διαδέχεται θρόνον. καὶ ἐπ’ Ἀλεξανδρείας δὲ Μάξιμον ὀκτωκαίδεκα ἔτεσι μετὰ τὴν Διονυσίου τελευτὴν ἐπισκοπεύσαντα Θεωνᾶς διαδέχεται· καθ’ ὃν ἐπὶ τῆς Ἀλεξανδρείας ἐπὶ ταὐτὸν τῷ Πιερίῳ πρεσβυτερίου ἠξιωμένος Ἀχιλλᾶς ἐγγωρίζετο, τῆς ἱερᾶς πίστεως τὸ διδασκαλεῖον ἐγκεχειρισμένος, οὐδενὸς ἧττον σπανιώτατον φιλοσοφίας ἔργον καὶ πολιτείας εὐαγγελικῆς τρόπον γνήσιον ἐπιδεδειγμένος.