Ancient Greek · ~3 min
ΛΟΓΟΣ Ζ., Chapter 32
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 32.9
Not analysed yet
ὁ δὲ μαθὼν σωτηρίαν τοῖς ἀπὸ τῶν πολεμίων αὐτομόλοις παρασχεῖν ὡς ἐν μεγίστῃ χάριτι δωρεὰς τὸν Ῥωμαίων στρατηγὸν αἰτεῖται, καὶ τῆς ἀξιώσεως γε τυχὼν ἐμφανὲς τῷ Ἀνατολίῳ καθίστησιν. ὁ δὲ αὐτίκα τὴν ἐπαγγελίαν δεξάμενος, βουλὴν τῶν Ἀλεξανδρέων συναγαγὼν, τὰ μὲν πρῶτα πάντας ἠξίου φιλικὴν δοῦναι Ῥωμαίοις δεξιὰν, ὡς δ’ ἀγριαίνοντας ἐπὶ τῷ λόγῳ συνεῖδεν, ἀλλ’ οὐ τούτῳ γε, φησὶν, ἀντιλέξειν ποθ’ ὑμὰς οἴομαι, εἰ τοὺς περιττοὺς καὶ ἡμῖν αὐτοῖς οὐδαμῆ χρησίμους, γραΐδας καὶ νήπια καὶ πρεσβύτας, ἐκδοῦναι πυλῶν ἔξω βαδίζειν ὅποι καὶ βούλοιντο συμβουλεύσαιμι. τί γὰρ δὴ τούτους εἰς μάτην ὅσον οὔπω τεθνηξομένους παρ’ ἑαυτοῖς ἔχοιμεν; τί δὲ τοὺς ἀναπήρους καὶ τὰ σώματα λελωβημένους τῷ λιμῷ κατατρύχομεν, τρέφειν δέον μόνους ἄνδρας καὶ νεανίας, καὶ τὸν ἀναγκαῖον πυρὸν τοῖς ἐπὶ φυλακῇ τῆς πόλεως ἐπιτηδείοις ταμιεύεσθαι;