Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 33
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 33.4
Not analysed yet
καὶ ἄλλα μὲν οὖν μυρία Ὠριγένους πέρι μνήμῃ παραδιδόασι τῶν καθ’ ἡμᾶς οἱ πρεσβύτεροι, ἃ καὶ παρήσειν μοι δοκῶ, οὐ τῆς ἐνεστώσης ἐχόμενα πραγματείας· ὅσα δὲ ἀναγκαῖα τῶν περὶ αὐτὸν δια- γνῶναι ἦν, ταῦτα καὶ ἐκ τῆς ὑπὲρ αὐτοῦ πεπονημένης ἡμῖν τε καὶ τῷ καθ’ ἡμὰς ἱερῷ μάρτυρι Παμφίλῳ ἀπολογίας πάρεστιν ἀναλέξασθαι, ἣν τῶν φιλαιτίων ἕνεκα συμπονήσαντες ἀλλήλοις διὰ σπουδῆς πεποιήμεθα.