Ancient Greek · ~7 min
36.1 to 36.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 36.1-8
Not analysed yet
[Nic. II. E. III, 29] Διέπρεπέ γε μὴν κατὰ τούτους ἐπὶ τῆς Ἀσίας τῶν ἀποστόλων ὁμιλητὴς Πολύκαρπος, τῆς κατὰ Σμύρναν ἐκκλησίας πρὸς τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ κυρίου τὴν ἐπισκοπὴν ἐγκεχειρισμένος. καθ’ ὃν ἐγνωρίζετο Παπίας τῆς ἐν Ἱεραπόλει παροικίας καὶ αὐτὸς ἐπίσκοπος, ὅ τε παρὰ πλείστοις εἰσέτι νῦν διαβόητος Ἰγνάτιος, τῆς κατ’ Ἀντιόχειαν Πέτρου διαδοχῆς δεύτερος τὴν ἐπισκοπὴν κεκληρωμένος. λόγος δ’ ἔχει τοῦτον ἀπὸ Συρίας ἐπὶ τὴν Ῥωμαίων πόλιν ἀναπεμφθέντα θηρίων γενέσθαι βορὰν τῆς εἰς Χριστὸν μαρτυρίας ἕνεκεν. οὗτος δὴ οὖν τὴν δι’ Ἀσίας ἀνακομιδὴν μετ’ ἐπιμελεστάτης φρουρῶν φυλακῆς ποιούμενος τὰς κατὰ πόλιν αἷς ἐπεδήμει παροικίας ταῖς διὰ λόγων ὁμιλίαις τε καὶ προτροπαῖς ἐπιρρωννὺς, ἐν πρώτοις μάλιστα προφυλάττεσθαι τὰς αἱρέσεις ἄρτι τότε πρῶτον ἀναφυείσας καὶ ἐπιπολαζούσας παρῄνει, προύτρεπέ τε ἀπρὶξ ἔχεσθαι τῆς τῶν ἀποστόλων παραδόσεως, ἣν ὑπὲρ ἀσφαλείας καὶ ἐγγράφως ἤδη μαρτυρόμενος διατυποῦσθαι ἀναγκαῖον ἡγεῖτο. οὕτω δῆτα ἐν Σμύρνῃ γενόμενος, ἔνθα ὁ Πολύκαρπος ἦν, μίαν μὲν τῇ κατὰ τὴν Ἔφεσον ἐπιστολὴν ἐκκλησίᾳ γράφει, ποιμένος αὐτῆς μνημονεύων Ὀνησίμου, ἑτέραν δὲ τῇ ἐν Μαγνησίᾳ τῇ πρὸς Μαιάνδρῳ, ἔνθα πάλιν ἐπισκόπου Δάμα μνήμην πεποίηται, καὶ τῇ ἐν Τράλλεσι δὲ ἄλλην, ἧς ἄρχοντα τότ’ ὄντα Πολύβιον ἱστορεῖ. πρὸς ταύταις καὶ τῇ ‘Ρωμαίων ἐκκλησίᾳ γράφει, ᾗ καὶ παράκλησιν προτείνει, ὡς μὴ παραιτησάμενοι τοῦ μαρτυρίου τῆς ποθουμένης αὐτὸν ἀποστερήσαιεν ἐλπίδος· ἐξ ὧν καὶ βραχύτατα εἰς ἐπίδειξιν τῶν εἰρημένων παραθέσθαι ἄξιον. γράφει δὴ οὖν κατὰ λέξιν “ἀπὸ Συρίας μέχρι ‘Ρώ- ‘μης θηριομαχῶ διὰ γῆς καὶ θαλάσσης, νυκτὸς καὶ ἡμέρας, ἐνδεδεμένος δέκα λεοπάρδοις, ὅ ἐστι στρατιωτικὸν τάγμα, οἳ καὶ εὐεργετούμενοι χείρονες γίνονται. ἐν δὲ τοῖς ἀδικήμασιν αὐτῶν μᾶλλον μαθη- “τεύομαι, ἀλλ’ οὐ παρὰ τοῦτο δεδικαίωμαι. ὀναί- ”μην τῶν θηρίων τῶν ἐμοὶ ἑτοίμων, ἃ καὶ εὔχομαι “σύντομά μοι εὑρεθῆναι, ἃ καὶ κολακεύσω συντόμως “με καταφαγεῖν ,οὐχ ὥσπερ τινῶν δειλαινόμενα οὐχ “ἥψαντο· κἂν αὐτὰ δὲ ἄκοντα μὴ θέλῃ ,ἐγὼ προσ- ῾βιάσομαι.