Ancient Greek · ~1 min
ΛΟΓΟΣ Γ., Chapter 37
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 37.2
Not analysed yet
καὶ γὰρ δὴ πλεῖστοι τῶν τότε μαθητῶν σφοδροτέρῳ φιλισοφίας ἔρωτι πρὸς τοῦ θείου λόγου τὴν ψυχὴν πληττόμενοι τὴν σωτήριον πρότερον ἀπεπλήρουν παρακέλευσιν, ἐνδεέσι νέμοντες τὰς οὐσίας, ἔπειτα δὲ ἀποδημίας στελλόμενοι ἔργον ἐπετέλουν εὐαγγελιστῶν ,τοῖς ἔτι πάμπαν ἀνηκόοις τοῦ τῆς πίστεως λόγου κηρύττειν τὸν Χριστὸν φιλοτιμούμενοι καὶ τὴν τῶν θείων εὐαγγελίων παραδιδόναι γραφήν.