Ancient Greek · ~4 min
ΛΟΓΟΣ ς., Chapter 38
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 38.1
Not analysed yet
[Nic. H. E. V, 24] Τότε δὲ καὶ ἄλλη διαστροφὴ κατάρχεται, ἡ τῶν Ἑλκεσαϊτῶν λεγομένη αἵρεσις, ἣ καὶ ἅμα τῷ ἄρξασθαι ἀπέσβη. μνημονεύει δ’ αὐτῆς ὁμιλῶν ἐπὶ τοῦ κοινοῦ εἰς τὸν ὀγδοηκοστὸν δεύτερον ψαλμὸν ὁ Ὠριγένης, ὧδέ πως λέγων “ἐλή- “λυθέ τις ἐπὶ τοῦ παρόντος μέγα φρονῶν ἐπὶ τῷ “δύνασθαι πρεσβεύειν γνώμης ἀθέου καὶ ἀσεβεστά- “της, καλουμένης Ἑλκεσαϊτῶν, νεωστὶ “ταῖς ἐκκλησίαις. ἐκείνη ἡ γνώμη οἷα λέγει κακὰ, “παραθήσομαι ὑμῖν) ἵνα μὴ συναρπάζησθε. ἀθετεῖ “τινα ἀπὸ πάσης γραφῆς, κέχρηται ῥητοῖς πάλιν “ἀπὸ πάσης παλαιᾶς τε καὶ εὐαγγελικῆς, τὸν ἀπό- “στολον τέλεον ἀθετεῖ. φησὶ δὲ ὅτι τὸ “ἀδιάφορόν ἐστι, καὶ ὁ μὲν νοήσας τῷ στόματι ἐν ἀνάγκαις ἀρνήσεται, τῇ δὲ καρδίᾳ οὐχί. καὶ βίβλον τινὰ φέρουσιν, ἣν λέγουσιν ἐξ οὐρανοῦ καταπεπτωκέναι, καὶ τὸν ἀκηκοότα ἐκείνης καὶ πιστεύοντα ἄφεσιν λήψεσθαι τῶν ἁμαρτημάτων, ἄλλην ἄφεσιν “παρ᾿ ἣν Χριστὸς Ἰησοῦς ἀφῆκε.” καὶ τὰ μὲν περὶ τούτων τάδε ἐστίν.