Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4.1
Not analysed yet
[Nic. Η. E. I, 5] Ταῦτα μὲν οὖν ἀναγκαίως πρὸ τῆς ἱστορίας ἐνταῦθά μοι κείσθω, ὡς ἂν μὴ νεώτερόν τις εἶναι νομίσειε τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν διὰ τοὺς τῆς ἐνσάρκου πολιτείας αὐτοῦ χρόνους. ἔνα δὲ μηδὲ τὴν διδασκαλίαν αὐτοῦ νέαν εἶναι καὶ ξένην, ὡσὰν ὑπὸ νέου καὶ μηδὲν τῶν λοιπῶν διαφέροντος ἀνθρώπου συστᾶσάν τις ὑπονοήσειε, φέρε βραχέα καὶ περὶ τούτου διαλάβωμεν.