Ancient Greek · ~2 min
4.1 to 4.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4.1-5-2
Not analysed yet
[Nic. H. E. IV, 13-15] Οἱ δ᾿ αὐτοὶ μάρτυρες καὶ τὸν Εἰρήναιον, πρεσβύτερον ἤδη τότ᾿ ὄντα τῆς ἐν Λουγδούνῳ παροικίας ,τῷ δηλωθέντι κατὰ ῾Ρώμην ἐπισκόπῳ συνίστων, πλεῖστα τῷ ἀνδρὶ μαρτυροῦντες, ὡς αἱ τοῦτον ἔχουσαι τὸν τρόπον δηλοῦσι φωναί “χαίρειν ἐν θεῷ σε ἐν πᾶσιν εὐχόμεθα καὶ ἀεὶ, πάτερ “Ἐλεύθερε. ταῦτά σοι τὰ γράμματα προετρεψάμεθα “τὸν ἀδελφὸν ἡμῶν καὶ κοινωνὸν Εἰρηναῖον διακομίσαι, καὶ παρακαλοῦμεν ἔχειν σε αὐτὸν ἐν παραθέ- “σεῖ, ζηλωτὴν ὄντα τῆς διαθήκης Χριστοῦ. εἰ γὰρ “ᾔδειμεν, τόπον τινὶ δικαιοσύνην περιποιεῖσθαι, ὡς “πρεσβύτερον ἐκκλησίας, ὅπερ ἐστὶν ἐπ᾿ αὐτῷ, ἐν “πρώτοις ἂν παρεθέμεθα.”