Ancient Greek · ~2 min
4.1 to 4.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4.1-6-2
Not analysed yet
[Nic. H. E. V, 6-7] Πρῶτος μὲν οὖν τούτων ὁ μικρῷ πρόσθεν δηλωθεὶς Πλούταρχος ἦν· οὗ τὴν ἐπὶ θανάτῳ ἀπαγομένου σμικροῦ δεῖν αὖθις ὁ περὶ οὗ ὁ λόγος συμπαρὼν αὐτῷ εἰς ὑστάτην τοῦ βίου τελευτὴν ὑπὸ τῶν αὐτοῦ πολιτῶν ἀνῄρητο, ὡς αἴτιος αὐτῷ πεφηνὼς τοῦ θανάτου· θεοῦ δὲ αὐτὸν ἐτήρει καὶ τότε βουλή. μετὰ δὲ Πλούταρχον δεύτερος τῶν Ὠριγένους φοιτητῶν μάρτυς ἀναδείκνυται Σερῆνος, διὰ πυρὸς τὴν δοκιμὴν ἧς παρειλήφει πίστεως παρεσχημένος.