Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4.15
Not analysed yet
τί δὴ οὖν λοιπὸν ἐμποδὼν ἂν εἴη ,μὴ οὐχὶ ἔνα καὶ τὸν αὐτὸν βίον τε καὶ τρόπον εὐσεβείας ἡμῖν τε τοῖς ἀπὸ Χριστοῦ καὶ τοῖς πρόπαλαι θεοφιλέσιν ὁμολογεῖν; ὥστε μὴ νέαν καὶ ξένην, ἀλλ’ εἰ δεῖ φάναι ἀληθεύοντα, πρώτην ὑπάρχειν καὶ μόνην καὶ ἀληθῆ κατόρθωσιν εὐσεβείας τὴν διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας παραδοθεῖσαν ἡμῖν ἀποδείκνυσθαι. καὶ ταῦτα μὲν ὧδε ἐχέτω.