Ancient Greek
ΛΟΓΟΣ Η., Chapter 4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4.2-3
Not analysed yet
ἄρτι γὰρ ἄρτι πρῶτον ὥσπερ ἀπὸ κάρου βαθέος ὑποκινουμένου τοῦ τὴν ἐξουσίαν εἰληφότος, κρύβδην τε ἔτι καὶ ἀφανῶς μετὰ τὸν ἀπὸ Δεκίου καὶ Οὐαλεριανοῦ μεταξὺ χρόνον ταῖς ἐκκλησίαις ἐπιχειροῦντος, οὐκ ἀθρόως τε τῷ καθ’ ἡμῶν ἐπαποδυομένου πολέμῳ, ἀλλ’ ἔτι τῶν κατὰ τὰ στρατόπεδα μόνων ἀποπειρωμένου —ταύτῃ γὰρ καὶ τοὺς λοιποὺς ἁλῶναι ῥᾳδίως ᾤετο, εἰ πρότερον ἐκείνων καταγωνισάμενος περιγένοιτο —,πλείστους παρῆν τῶν ἐν στρατείαις ὁρᾶν ἀσμενέστατα τὸν ἰδιωτικὸν προασπαζομένους βίον, ὡς ἂν μὴ ἔξαρνοι γένοιντο τῆς περὶ τὸν τῶν ὅλων δημιουργὸν εὐσεβείας.