Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4.5
Not analysed yet
οὐ νέον, ἀλλὰ καὶ παρὰ πᾶσιν ἀνθρώποις ἀρχαιότητι τετιμημένον ἔθνος ,τοῖς πᾶσι καὶ αὐτὸ γνώριμον, τὸ Ἑβραίων τυγχάνει. λόγοι δὴ παρὰ τούτῳ καἲ γράμματα παλαιοὺς ἄνδρας περιέχουσι, σπανίους μὲν καὶ ἀριθμῷ βραχεῖς ,ἀλλ’ ὅμως εὐσεβείᾳ καὶ δικαιο- σύνῃ καὶ πάσῃ τῇ λοιπῇ διενεγκόντας ἀρετῇ, πρὸ μέν γε τοῦ κατακλυσμοῦ διαφόρους, δὲ καὶ τοῦτον ἑτέρους τῶν τε τοῦ Νῶε παίδων καὶ ἀπογόνων, ἀτὰρ καὶ τὸν Ἀβραὰμ, ὃν ἀρχηγὸν καὶ προπάτορα σφῶν αὐτῶν παῖδες Ἑβραίων αὐχοῦσι.