# Historia Ecclesiastica 4.7-11

Eusebius, Historia Ecclesiastica, 4.7 to 4.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/historia-ecclesiastica/4.7

φασὶ δὲ ὡς ἄρα τοῦ κατ’ τὸν εὐαγγελίου μνημονεύειν ὁ Παῦλος εἴωθεν ὁπηνίκ’ ὡς περὶ ἰδίου τινὸς εὐαγγελίου γράφων ἔλεγε “ κατ’ τὸ εὐαγγέλιόν μου ” τῶν δὲ λοιπῶν ἀκολούθο τοῦ Παύλου Κρίσκης μὲν ἐπὶ τὰς Γαλλίας στειλάμει ὑπ’ αὐτοῦ μαρτυρεῖται, Λίνος δὲ, οὗ μέμνηται συν- όντος ἐπὶ Ῥώμης αὐτῷ κατὰ τὴν δευτέραν πρὸς Τιμόθεον ἐπιστολὴν , πρῶτος μετὰ Πέτρον τῆς Ῥωμαίων ἐκκλησίας τὴν ἐπισκοπὴν ἤδη πρότερον κληρωθεὶς δεδήλωται. ἀλλὰ καὶ ὁ Κλήμης τῆς Ῥωμαίων καὶ αὐτὸς ἐκκλησίας τρίτος ἐπίσκοπος καταστὰς Παύλου συνεργὸς καὶ συναθλητὴς γεγονέναι πρὸς αὐτοῦ μαρτυρεῖται. ἐπὶ τούτοις καὶ τὸν Ἀρεοπαγίτην ἐκεῖνον , Διονύσιος ὄνομα αὐτῷ, ὃν ἐν Πράξεσι μετὰ τὴν ἐν Ἀρείῳ πάγῳ πρὸς Ἀθηναίους Παύλου δημηγορίαν πρῶτον πιστεῦσαι ἀνέγραψεν ὁ Λουκᾶς) τῆς ἐν Ἀθήναις ἐκκλησίας πρῶτον ἐπίσκοπον ἀρχαίων τις ἕτερος Διονύσιος τῆς Κορινθίων παροικίας ποιμὴν ἱστορεῖ γεγονέναι. ἀλλὰ γὰρ ὁδῷ προβαίνουσιν ἐπὶ καιροῦ τὰ τῆς κατὰ χρ·όνους τῶν ἀποστό λῶν διαδοχῆς ἡμῖν εἰρήσεται. νῦν δὲ ἐπὶ τὰ ἐξῆς ἴωμεν τῆς ἱστορίας.

---

Eusebius, Historia Ecclesiastica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg002.local002/.
