Ancient Greek · ~3 min
4.9 to 4.11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4.9-11
Not analysed yet
ἔνθεν αὐτοὺς δὴ τοὺς θεοφιλεῖς ἐκείνους εὕροις ἂν καὶ τῆς τοῦ Χριστοῦ κατηξιωμένους προσωνυμίας, κατὰ τὴν φάσκουσαν περὶ αὐτῶν φωνήν “μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύτεσθε.” ὥστε σαφῶς πρώτην ἡγεῖσθαι δεῖν καὶ πάντων παλαιτάτην τε καὶ ἀρχαιο- τάν θεοσεβείας εὕρεσιν, αὐτῶν ἐκείνων δὴ τῶν ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλῶν ἀνδρῶν, τὴν ἀρτίως διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας πᾶσιν ἔθνεσι κατηγγελμένην. εἰ δὲ δὴ μακρῷ ποθ’ ὕστερον χρόνῳ περιτομῆς φασι τὸν Ἀβραὰμ ἐντολὴν εἰληφέναι, ἀλλά γε πρὸ ταύτης δικαιοσύνην διὰ πίστεως μαρτυρηθεὶς ἀνείρηται, ὧδέ πως φάσκοντος τοῦ θείου λόγου “ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ”