Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 43
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 43.20
Not analysed yet
καὶ μεθ’ ἕτερα πάλιν ταῦτά φησιν “ἤδη δὲ ἴσθι γεγυμνῶσθαι ‟καὶ ἔρημον γεγονέναι, καταλιμπανόντων αὐτὸν καθ’ “ἡμέραν ἑκάστην τῶν ἀδελφῶν, καὶ εἰς τὴν ἐκκλη- ‟σίαν ἐπανερχομένων. ὃν καὶ Μωυσῆς ὁ μακάριος μάρτυς, ὁ παρ’ ἡμῖν ἔναγχος μαρτυρήσας καλήν “τινα καὶ θαυμαστὴν μαρτυρίαν, ἔτι ὢν ἐν κόσμῳ, “κατιδὼν αὐτοῦ τὴν θρασύτητα καὶ τὴν ἀπόνοιαν, ‟ἀκοινώνητον ἐποίησε σὺν τοῖς πέντε πρεσβυτέροις ῾τοῖς ἅμα αὐτῷ ἀποσχίσασιν ἑαυτοὺς τῆς ἐκκλησίας.”