Ancient Greek · ~7 min
43.9 to 43.14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 43.9-14
Not analysed yet
οὓς “παραγενομένους, ἄτε δὴ, ὡς ἔφθημεν λέγοντες, ‟ἀνθρώπους ἁπλουστέρους περὶ τὰς τῶν πονηρῶν μηχανάς τε καὶ ῥᾳδιουργίας, συγκλεισθέντας ὑπό “τινων ὁμοίων αὐτῷ τεταγμένων ἀνθρώπων, ὥρᾳ “δεκάτῃ μεθύοντας καὶ κραιπαλῶντας μετὰ βίας “ἠνάγκασεν εἰκονικῇ τινι καὶ ματαίᾳ χειρεπιθεσίᾳ ‟ἐπισκοπὴν αὐτῶ δοῦναι, ἣν ἐνέδρᾳ καὶ πανουργίᾳ, ‟μή ἐπιβάλλουσαν αὐτῷ, ἐκδικεῖ. ἐξ ὣν εἷς μετ’ οὐ πολὺ ἐπανῆλθεν εἰς τὴν ἐκκλησίαν, ἀποδυρό- “μενος καὶ ἐξομολογούμενος τὸ ἑαυτοῦ ἁμάρτημα, ‟καὶ ἐκοινωνήσαμεν ὡς λαι· κῷ, ὑπὲρ αὐτοῦ δεηθέντος “παντὸς τοῦ παρόντος λαοῦ. καὶ τῶν λοιπῶν δὲ ἐπι- “σκόπων διαδόχους εἰς τοὺς τόπους, ἐν οἷς ἦσαν, χειρο- ‘τονήσαντες ἀπεστάλκαμεν. ὁ ἐκδικητὴς οὖν τοῦ ‟εὐαγγελίου οὐκ ἠπίστατο ἴνα ἐπίσκοπον δεῖν εἶναι ἐν καθολικῇ ἐκκλησίᾳ, ἐν ᾗ οὐκ ἠγνόει πῶς γάρ;) “πρεσβυτέρους εἶναι τεσσαράκοντα ἓξ, διακόνους “ἑπτὰ, ὑποδιακόνους ἑπτὰ, ἀκολούθους δύο καὶ “τεσσαράκοντα, ἐξορκιστὰς δὲ καὶ ἀναγνώστας ἅμα “πυλωροῖς δύο καὶ πεντήκοντα, χήρας σὺν θλιβομέ- “νοις ὑπὲρ τὰς χιλίας πεντακοσίας, οὓς πάντας ‟τοῦ δεσπότου χάρις καὶ φιλανθρωπία διατρέφει. ‟ὂν οὐδὲ τοσοῦτο πλῆθος καὶ οὕτως ἀναγκαῖον ἐν ‟τῇ ἐκκλησίᾳ, διὰ τῆς τοῦ θεοῦ προνοίας πλούσιός ῾τε καὶ πληθύων ἀριθμὸς μετὰ μεγίστου καὶ ἄνα ‟ριθμήτου λαοῦ, ἀπὸ τῆς τοιαύτης ἀνεκαλέσατο τε ‘καὶ ἀπαγορεύσεως ἐνέτρεψέ τε καὶ ἀνεκαλέσατο εἰς ‟τὴν ἐκκλησίαν.” καὶ αὖθις μεθ’ ἕτερα τούτοις προστίθησι ταῦτα· ‟φέρε δὴ ἑξῆς εἴπωμεν τίσιν ‟ἔργοις ἢ τίσι πολιτείαις τεθαρρηκὼς ἀντεποιήθη ‟τῆς ἐπισκοπῆς. ἆρά γε διὰ τὸ ἐξ ἀρχῆς ἐν τῇ ἐκ- ‘κλησίᾳ ἀνεστράφθαι, καὶ πολλοὺς ἀγῶνας ὑπὲρ ‟αὐτῆς ἠγωνίσθαι, καὶ ἐν κινδύνοις πολλοῖς τε καὶ μεγάλοις ἕνεκα τῆς θεοσεβείας γεγονέναι; ἀλλ’ οὐκ ἔστιν· ᾧ γε ἀφορμὴ τοῦ πιστεῦσαι γέγονεν ὁ ‟σατανᾶς, φοιτήσας εἰς αὐτὸν καὶ οἰκήσας ἐν αὐτῷ χρόνον ἱκανόν. ὃς βοηθούμενος ὑπὸ τῶν ἐπορκιστῶν, νόσῳ περιπεσὼν χαλεπῇ, καὶ ἀποθανεῖσθαι ὅσον οὐδέπω νομιζόμενος, ἐν αὐτῇ τῇ κλίνῃ, ᾗ ἔκειτο, περιχυθεὶς ἔλαβεν· εἴ γε χρὴ λέγειν τὸν τοιοῦτον εἰληφέναι.