Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 46
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 46.5
Not analysed yet
ἐξῆς ταύτῃ καὶ ἑτέρα τις ἐπιστολὴ τοῖς ἐν Ῥώμᾐ τοῦ Διονυσίου φέρεται διακονικὴ διὰ Ἱππολύτου. τοῖς αὐτοῖς ἄλλην περὶ εἰρήνης διατυποῦται, καὶ ὡσαύτως περὶ μετανοίας, καὶ αὖ πάλιν ἄλλην τοῖς ἐκεῖσε ὁμολογηταῖς, ἔτι τῇ τοῦ Νοουάτου συμφερομένοις γνώμῃ. τοῖς δὲ αὐτοῖς τούτοις ἑτέρας δύο μεταθεμένοις ἐπὶ τὴν ἐκκλησίαν ἐπιστέλλει. καὶ ἄλλοις δὲ πλείοσιν ὁμοίως διὰ γραμμάτων ὁμιλήσας ποικίλας τοῖς ἔτι νῦν σπουδὴν περὶ τοὺς λόγους αὐτοῦ ποιουμένοις καταλέλοιπεν ὠφελείας.