Ancient Greek · ~1 min
ΛΟΓΟΣ Γ., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5.1-3
Not analysed yet
[Nic. H. E. III, 8] Μετὰ Νέρωνα δέκα πρὸς τρισὶν ἔτεσι τὴν ἀρχὴν ἐπικρατήσαντα τῶν ἀμφὶ Γάλβαν καὶ Ὄθωνα ἐνιαυτὸν ἐπὶ μησὶν ἕξ διαγενομένων Οὐεσπασιανὸς, ταῖς κατὰ Ἰουδαίων παρατὰξεσι λαμπρυνόμενος, βασιλεὺς ἐπ’ αὐτῆς ἀναδείκνυται τῆς Ἰουδαίας ,αὐτοκράτωρ πρὸς τῶν αὐτόθι στρατοπέδων ἀναγορευθείς. τὴν ἐπὶ Ῥώμης οὖν αὐτίκα στειλάμενος Τίτῳ τῷ παιδὶ τὸν κατὰ Ἰουδαίων ἐγχειρίζει πόλεμον.