Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5.1-5
Not analysed yet
[Nic. H. E. ΙV, 12] Τούτου δὴ ἀδελφὸν Μάρ- κον Αὐρήλιον Καίσαρα λόγος ἔχει Γερμανοῖς καὶ Σαρ- μάταις ἀντιπαραταττόμενον μάχῃ δίψει πιεζομἐνης αὐτοῦ τῆς στρατιᾶς ἐν ἀμηχανίᾳ γενέοθαι, τοὺς δὲ ἐπὶ τῆς Μελιτηνῆς οὕτω καλουμένης λεγεῶνος στρατιώτας διὰ πίστεως ἐξ ἐκείνου καὶ εἰς δεῦρο συνεστώσης ἐν τῇ πρὸς τοὺς πολεμίους παρατάξει γόνυ θέντας ἐπὶ γῆν κατὰ τὸ οἰκεῖον ἡμῖν τῶν εὐχῶν ἔθος ἐπὶ τὰς πρὸς θεὸν ἱκεσίας τραπέσθαι.