Ancient Greek · ~2 min
ΛΟΓΟΣ Θ., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5.2-8
Not analysed yet
ὧν τοῦτον ἐπιτελουμένων τὸν τρόπον ἕτερος στρατοπεδάρχης, ὃν δοῦκα Ῥωμαῖοι προσαγορεύουσιν, ἀνὰ τὴν Δαμασκὸν τῆς Φοινίκης ἐπίρρητά τινα γυναικάρια ἐξ ἀγορὰς ἀνάρπαστα ποιήσας, βασάνους αὐταῖς ἐπιθήσειν ἠπείλει, λέγειν ἐγγράφως ἐπαναγκάζων, ὡς δὴ εἴησάν ποτε χριστιαναὶ, συνειδεῖέν τε αὐτοῖς ἀθεμιτουργίας, ἐν αὐτοῖς τε τοῖς κυριακοῖς πράττειν αὐτοὺς τὰ ἀκόλαστα, καὶ ὅσα ἄλλα λέγειν αὐτὰς ἐπὶ διαβολῇ τοῦ δόγματος ἤθελεν· ὧν καὶ οὗτος ἐν ὑπομνήμασι τὰς φωνὰς ἐντεθείσας βασιλεῖ κοινοῦται. καὶ δὴ προστάξαντος εἰς πάντα τόπον καὶ πόλιν καὶ ταῦτα δημοσιοῦται τὰ γράμματα.