Ancient Greek · ~3 min
ΛΟΓΟΣ Γ., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5.4-2
Not analysed yet
ὅσα μὲν οὖν τηνικάδε κατὰ πάντα τόπον ὅλῳ τῷ ἔθνει συνερρύη κακὰ, ὅπως τε αὖ μάλιστα οἱ τῆς Ἰουδαίας οἰκήτορες εἰς ἔσχατον περιηλάθησαν συμφορῶν, ὁπόσαι τε μυριάδες ἡβηδὸν γυναιξὶν ἅμα καὶ παισὶ ξίφει καὶ λιμῷ καὶ μυρίοις ἄλλοις εἴδεσι περιπεπτώκασι θανάτου, πόλεων τε Ἰουδαϊκῶν ὅσαι τε καὶ οἷαι γεγόνασι πολιορκίαι, ἀλλὰ καὶ ὁπόσα οἶ ἐπ’ αὐτὴν Ἱερουσαλὴμ ὡσὰν ἐπὶ μητρόπολιν ὀχυρωτάτην καταπεφευγότες δεινὰ καὶ πέρα δεινῶν ἑωράκασι, τοῦ τε παντὸς πολέμου τὸν τρόπον, καὶ τῶν ἐν τούτῳ γεγενημένων ἐν μέρει ἕκαστα, καὶ ὡς ἐπὶ τέλει τὸ πρὸς τῶν προφητῶν ἀνηγορευμένον βδέλυγμα τῆς ἐρημώσεως ἐν αὐτῷ κατέστη τῷ πάλαι τοῦ θεοῦ περιβοήτῳ νεῷ ,παντελῆ φθορὰν καὶ ἀφανισμὸν ἔσχατον τὸν διὰ πυρὸς ὑπομείναντι, πάρεστιν ὅτῳ φίλον ἐπ’ ἀκριβὲς ἐκ τῆς τῷ Ἰωσήπῳ γραφείσης ἀναλέξασθαι ἱστορίας.