# Historia Ecclesiastica 5.4-6

Eusebius, Historia Ecclesiastica, 5.4 to 5.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/historia-ecclesiastica/5.4

τοῦτοις δ’ οὖν καὶ ὁ δεδηλωμένος ἐν ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας συνᾴδων ταῦτα παρατίθεται κατὰ λέξιν “ Κυρίνιος δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων ἀνὴρ, τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι, τά τε ἄλλα ἀξιώματι μέγας , σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους άπεσταλμένος, καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος. ” καὶ μετὰ βραχέα φησίν “ Ἰούδας δὲ Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γαμάλας, Σάδδοκον Φαρισαῖον προσλαβόμενος, ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες, καὶ τῆς ἐλευθερίας ἐπ’ ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος. ” καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν ἱστοριῶν τοῦ Ἰουδαϊκοῦ πολέμου περὶ τοῦ αὐτοῦ ταῦτα γράφει “ ἐπὶ τούτοις τις ἀνὴρ Γαλιλαῖος Ἰούδας “ εἰς ἀποστασίαν ἐνῆγε τοὺς ἐπιχωρίους, “ ζων, εἰ φόρον τε Ῥωμαίοις τελεῖν ὑπομένουσι καὶ “μετὰ τὸν θεὸν οἴσουσι θνητοὺς δεσπότας.’ ταῦτα ὁ Ἰώσηπος.

---

Eusebius, Historia Ecclesiastica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg002.local002/.
