Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5.5-2
Not analysed yet
καὶ ὁ μὲν τῆς ἀοιδίμου κόρης τοιοῦτος κατηγώνιστο ἆθλος. οὐ μακρὸν δὲ χρόνον διαλιπὼν ὁ Βασιλείδης, ὅρκον διά τινα αἰτίαν πρὸς τῶν συστρατιωτῶν αἰτηθεὶς, μὴ ἐξεῖναι αὐτῷ τὸ παράπαν ὀμνύναι διεβεβαιοῦτο· Χριστιανὸν γὰρ ὑπάρχειν, καὶ τοῦτο ἐμφανῶς ὁμολογεῖν. παίζειν μὲν οὖν ἐνομίξετο τέως τὰ πρῶτα, ὡς δὲ ἐπιμόνως ἀπισχυρίζετο, ἄγεται ἐπὶ τὸν δικαστὴν, ἐφ᾿ οὗ τὴν ἔνστασιν ὁμολογήσας δεσμοῖς παραδίδοται.