Ancient Greek · ~2 min
6.1 to 6.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.1-4-2
Not analysed yet
[Nic. H. E. III, 24] Καὶ δῆτα τῆς Ἰουδαίων ἀποστασίας αὖθις εἰς μέγα καὶ πολὺ προελθούσης ῾Ροῦφος ἐπάρχων τῆς Ἰουδαίας, στρατιωτικῆς αὐτῷ συμμαχίας ὑπὸ βασιλέως πεμφθείσης, ταῖς ἀπονοίαις αὐτῶν ἀφειδῶς χρώμενος ἐπεξῄει, μυριάδας ἀθρόως ἀνδρῶν ὁμοῦ καὶ παίδων καὶ γυναικῶν διαφθείρων, πολέμου τε νόμῳ τὰς χώρας αὐτῶν ἐξανδραποδιζόμενος. ἐστρατήγει δὲ Ἰουδαίων τηνικαῦτα Βαρχωχέβας ὄνομα, (ἀστέρα δηλοῖ τοῦτο), τὰ μὲν ἄλλα λῃστρικὸς καὶ φονικός τις ἀνὴρ, ἐπὶ δὲ τῇ προσηγορία, οἷα ἐπ᾿ ἀνδραπόδων, ὡς δὴ ἐξ οὐρανοῦ φωστὴρ αὐτοῖς κατεληλυθὼς, κακουμένοις τε ἐπιλάμψαι τερατεύομενος.