Ancient Greek · ~2 min
6.4 to 6.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.4-3-5
Not analysed yet
ὁ δ’ ἀπρὶξ ἐχόμενος τῆς προθέσεως νικηφόρος ἐν αὐταῖς παρέδωκε τὴν ψυχὴν ταῖς βασάνοις. τοιοῦτον τῶν βασιλικῶν ἑνὸς τὸ μαρτύριον παίδων, ἄξιον ὡς ὄντως καὶ τῆς προσηγορίας· Πέτρος γὰρ ἐκαλεῖτο. οὐ χείρονα δὲ καὶ τὰ κατὰ τοὺς λοιποὺς ὄντα, λόγου φειδόμενοι συμμετρίας, παραλείψομεν, τοσοῦτον ἱστορήσαντες, ὡς ὅ τε Δωρόθεος καὶ ὁ Γοργόνιος, ἑτέροις ἅμα πλείοσι τῆς βασιλικῆς οἰκετίας, μετὰ τοὺς πολυτρόπους ἀγῶνας βρόχῳ τὴν ζωὴν μεταλλάξαντες, τῆς ἐνθέου νίκης ἀπηνέγκαντο βραβεῖα.