Ancient Greek · ~2 min
7.1 to 7.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.1-5-2
Not analysed yet
[Nic. H. E. IV, 13] Ταῦτα ὁ Εἰρήναιος, ἀκουλούθως ταῖς προδιεξοδευθείσαις ἡμῖν ὑπογράψας ἱστορίαις ἐν οἷς ἐπέγραψε πέντε οὖσι τὸν ἀριθμὸν ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως, ἐν δευτέρῳ τῆς αὐτῆς ὑποθέσεως, ὅτι δὴ καὶ εἰς αὐτὸν ὑποδείγματα τῆς θείας καὶ παραδόξου δυνάμεως ἐν ἐκκλησίαις τισὶν ὑπολέλειπτο, διὰ τούτων ἐπισημαίνεται λέγων “τοσοῦτον δὲ ἀποδέουσι “τοῦ νεκρὸν ἐγείραι, καθὼς ὁ κύριος ἤγειρε καὶ “ἀπόστολοι διὰ προσευχῆς, καὶ ἐν τῇ ἀδελφότητι “πολλάκις, διὰ τὸ ἀναγκαῖον τῆς κατὰ τόπον ἐκκλησίας πάσης αἰτησαμένης μετὰ νηστείας καὶ λιτανείας πολλῆς, ἐπέστρεψε τὸ πνεῦμα τοῦ τετελευτηκότος, καὶ ἐχαρίσθη ὁ ἄνθρωπος ταῖς εὐχαῖς τῶν ἁγίων.’’