Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.16
Not analysed yet
καὶ ἐπὶ τέλει δὲ τῆς αὐτῆς ἐπιστολῆς προστίθησι ταῦτα · Ματθὰν ὁ ἀπὸ Σολομῶνος ἐγέννησε τὸν Ἰακώβ. “Ματθὰν ἀποθανόντος Μελχὶ ὁ ἀπὸ Νάθαν ἐκ τῆς αὐτῆς γυ- “ναικὸς ἐγέννησε τὸν Ἠλὶ. ὁμομήτριοι ἄρα ἀδελφοὶ “Ἡλὶ καὶ Ἰακώβ. Ἠλὶ ἀτέκνου ἀποθανόντος ὁ Ἰακὼβ “ἀνέστησεν αὐτῷ σπέρμα, γεννήσας τὸν Ἰωσὴφ, κατὰ “φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ Ἡλί. οὕτως “ἀμφοτέρων υἱὸς ἦν ὁ Ἰωσήφ.’’ τοσαῦτα ὁ ᾿Αφρικανός.