Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.2
Not analysed yet
τὰς μὲν τῶν λοιπῶν δόξας ὡσὰν βιαίους καὶ διεψευσμένας ἀπελέγξας, ἣν δ’ αὐτὸς παρείληφεν ἱστορίαν, τούτοις αὐτοῖς ἐκτιθέμενος τοῖς ῥήμασιν “ἐπειδὴ γὰρ τὰ ὀνόματα “τῶν γενῶν ἐν Ἰσραὴλ ἠριθμεῖτο ἢ φύσει ἢ νόμῳ, “φύσει μὲν, γνησίου σπέρματος διαδοχῇ, νόμῳ δὲ, “ἑτέρου παιδοποιουμένου εἰς ὄνομα τελευτήσαντος “ἀδελφοῦ ἀτέκου· (ὅτι γὰρ οὐδέπω δέδοτο ἐλπὶς “ἀναστάσεως σαφὴς, τὴν μέλλουσαν ἐπαγγελίαν ἀνα- “στάσει ἐμιμοῦντο θνητῇ, ἵνα ἀνέκλειπτον τὸ ὄνομα “μείνῃ τοῦ μετηλλαχότος)·