Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.2-3
Not analysed yet
τότε γε μὴν τούτων ἀποκεκλεισμένος ,πονηροῖς καὶ ἀνδράσιν ὥσπερ τισὶν ὀλεθρίοις ψυχῶν ὀργάνοις διακόνοις τε ἀπωλείας χρώμενος, ἑτέραις κατεστρατήγει μεθόδοις ,πάντα μόρον ἐπινοῶν ,ὡς ἂν ὑποδύντες γόητες καὶ ἀπατηλοὶ τὴν αὐτὴν τοῖ δόγματος ἡμῖν προσηγορίαν ὁμοῦ μὲν τῶν πιστῶν τοὺς πρὸς αὐτῶν προσηγορίαν εἰς βυθὸν ἀπωλείας ἄγοιειν ,ὁμοῦ δὲ τοὺς τῆς πίστεως ἀγνῶτας δι’ ὧν αὐτοὶ δρῶντες ἐπιχειροῖεν ἀποτρέποιντο τῆς ἐπὶ τὸν σωτήριον λόγον παρόδου.