Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.2-5
Not analysed yet
οἷς γινομένοις καὶ αὐτοὶ παρῆμεν, ὁπηνίκα τοῦ μαρτυρουμένου σωτῆρος ἡμῶν αὐτοῦ δὴ Ἰησοῦ Χριστοῦ τὴν θείαν δύναμιν ἐπιπαροῦσαν, ἐναργῶς τε αὐτὴν τοῖς μάρτυσιν ἐπιδεικνῦσαν ἱστορήσαμεν, τῶν ἀνθρωποβόρων ἐπὶ πλείονα χρόνον μὴ προσψαύειν μηδὲ πλησιάζειν τοῖς τῶν θεοφιλῶν σώμασιν ἐπιτολμώντων, ἀλλ᾿ ἐπὶ μὲν τοὺς ἄλλους, ὅσοι δήπουθεν ἔξωθεν ἐρεθισμοῖς παρώρμων αὐτὰ, φερομένων, μόνων δὲ τῶν ἱερῶν ἀθλητῶν γυμνῶν ἑστώτων καὶ ταῖς χερσὶ κατασειόντων, ἐπί τε σφᾶς αὐτοὺς ἐπισπωμένων τοῦτο γὰρ αὐτοῖς ἐκελεύετο πράττειν) μηδ’ ὅλως ἐφαπτομένων, ἀλλ’ ἔσθ’ ὅπη μὲν καὶ ἐπ’ αὐτοὺς ὁρμώντων, οἷα δὲ πρός τινος θειοτέρας δυνάμεως ἀνακρουομένων καὶ αὖ πάλιν εἰς τοὐπίσω χωρούντων.