Ancient Greek · ~6 min
7.3 to 7.7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.3-2-7
Not analysed yet
ταῦτα δὲ τοῦτον ἐπράχθη τὸν τρόπον, δευτέρῳ τῆς Οὐεσπασιανοῦ βασιλείας ἔτει, ἀκολούθως ταῖς προγνωστικαῖς τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προρρήσεσιν, θείᾳ δυνάμει ὥσπερ ἤδη παρόντα προεωρακότος αὐτὰ, ἐπιδακρύσαντός τε καὶ ἀποκλαυσαμένου κατὰ τὴν τῶν ἱερῶν εὐαγγελιστῶν γραφὴν, οἳ καὶ αὐτὰς αὐτοῦ παρατέθεινται τὰς λέξεις, τοτὲ μὲν φήσαντος ὡς πρὸς αὐτὴν τὴν Ἱερουσαλήμ “εἰ ἔγνως. καί γε σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρήνην σοι· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ περιβαλοῦσί σοι οἱ ἐχθροί σου χάρακα, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου·” τοτὲ δὲ ὡς περὶ τοῦ λαοῦ “ἔσται ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ τῷ λαῷ τούτῳ. καὶ πεσοῦνται ἐν στόματι μαχαίρας καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη· καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ τῶν ἐθνῶν, ἄχρις οὗ πληρωθῶσι καιροὶ ἐθνῶν.” καὶ πάλιν “ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἰερουσαλὴμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.” συγκρίνας δέ τις τὰς τοῦ σωτῆρος ἡμῶν λέξεις ταῖς λοιπαῖς τοῦ συγγραφέως ἱστορίαις ταῖς περὶ τοῦ παντὸς πολέμου πῶς οὐκ ἂν ἀποθαυμάσειεν θείαν ὡς ἀληθῶς καὶ ὑπερφυῶς παράδοξον τὴν πρόγνωσιν ὁμοῦ καὶ πρόρρησιν τοῦ σωτῆρος ἡμῶν ὀμολογήσας; περὶ μὲν οὖν τῶν μετὰ τὸ σωτήριον πάθος καὶ τὰς φωνὰς ἐκείνας, ἐν αἷς ἡ τῶν Ἰουδαίων πληθὺς τὸν μὲν λῃστὴν καὶ φονέα τοῦ θανάτου παρῄτηται, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἐξ αὐτῶν ἱκέτευσεν ἀρθῆναι, τῷ παντὶ συμβεβηκότων ἔθνει, οὐδὲν ἂν δέοι ταῖς ἱστορίαις ἐπιλέγειν.