Ancient Greek · ~3 min
7.5 to 7.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.5-2-6
Not analysed yet
καὶ τί γάρ; οὐκ ἔστιν ἀριθμὸν εἰπεῖν τῶν χαρισματων, ὧν κατὰ παντὸς του κόσμου ἡ ἐκκλησία παρὰ θεοῦ λαβοῦσα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου ἑκάστης ἡμέρας ἐπ’ εὐεργεσίᾳ τῇ τῶν ἐθνῶν ἐπιτελεῖ, μήτε ἐξαπατῶσά τινας μήτε ἐξαργυριζομένη· ὡς γὰρ “δωρεὰν εἴληφε παρὰ θεοῦ, δωρεὰν καὶ διακονεῖ. καὶ ἐν ἑτέρω δὲ τόπῳ ὁ αὐτὸς γράφει καθὼς καὶ “πολλῶν ἀκούομεν ἀδελφῶν ἐν τῇ ἐκκλησίᾳ “τικὰ χαρίσματα ἐχόντων, καὶ παντοδαπαῖς λαλούν- “των διὰ τοῦ πνεύματος γλώσσαις, καὶ τὰ κρύφια “τῶν ἀνθρώπων εἰς φανερὸν ἀγόντων ἐπὶ τῷ καὶ τὰ μυστήρια τοῦ θεοῦ ἐκδιηγουμένων. ταῦτα καὶ περὶ τοῦ διαφορὰς χαρισμάτων μέχρι καὶ τῶν δηλουμένων χρόνων παρὰ τοῖς ἀξίοις διαμεῖναι.