Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.7-2
Not analysed yet
ἐκφαίνων δ’ οὖν αὐτοῦ τὰ ἀπόρρητα φησιν αὐτὸν εἰς μὲν τὸ εὐαγγέλιον τέσσαρα πρὸς τοῖς εἴκοσι συντάξαι βιβλία, προφήτας δὲ ἑαυτῷ ὀνομάσαι Βαρκαββᾶν καὶ Βαρκὼφ καὶ ἄλλους ἀνυπάρκτους τινὰς ἑαυτῷ συστησάμενον ,βαρβάρους τε αὐτοῖς εἰς κατάπληξιν τῶν τὰ τοιαῦτα τεθηπότωυ ἐπιφημίσαι προσηγορίας ,διδάσκειν τε ἀδιαφορεῖ εἰδωλοθύτων ἀπογευομένους καὶ ἐξομνυμένους ἀπαραφυλάκτως τὴν πίστιν κατὰ τοὺς τῶν διωγμῶν καιροὺς, Πυθαγορικῶς τε τοῖς προσιοῦσιν αὐτῷ πενταέτη σιωπὴν παρακελεύεσθαι.