Ancient Greek · ~3 min
ΛΟΓΟΣ Δ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.9-3
Not analysed yet
γράφει δὲ καὶ Εἰρήναιος συγχρονίσαι τούτοις Καρποκράτην, ἑτέρας αἱρέσεως τῆς τῶν γνωστικῶν ἐπικληθείσης πατέρα, οἳ καὶ τοῦ Σίμωνος οὐχ ὡς ἐκεῖνος κρύβδην ,ἀλλ’ ἤδη καὶ εἰς φανερὸν τὰς μαγείας παραδιδόναι ἠξίουν, ὡς ἐπὶ μεγάλοις δὴ μονονουχὶ σεμνυνόμενοι τοῖς κατὰ περιεργίαν πρὸς αὐτῶν ἐπιτελουμένοις φίλτροις ὀνειροπομποῖς τε καὶ παρέδροις τισὶ δαίμοσι καὶ ἄλλαις ὁμοιοτρόποις τισὶν ἀγωγαῖς · τούτοις τε ἀκολούθως πάντα δρᾶν χρῆναι διδάσκειν τὰ αἰσχρουργότατα τοὺς μέλλοντας εἰς τὸ τέλειον τῆς κατ’ αὐτοὺς μυσταγωγίας ἢ καὶ μᾶλλον μυσαροποιίας ἐλεύσεσθαι, ὡς μὴ ἂν ἄλλως ἐκφευξομένους τοὺς κοσμικοὺς, ὡς ἂν ἐκεῖνοι φαῖεν ,ἄρχοντας) μὴ οὐχὶ πᾶσι τὰ δι’ ἀρρητοποιίας ἀπονείμαντας χρέα.