Ancient Greek · ~1 min
ΛΟΓΟΣ Α., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.10
Not analysed yet
ὁ δὲ παλαίων τοσούτοις πάθε- “σιν ὅμως τοῦ ζῆν ἀντείχετο, σωτηρίαν τε ἤλπιζε, “καὶ θεραπείας ἐπενόει. διαβὰς γοῦν τὸν Ἰορδάνην τοῖς κατὰ Καλλιρρόην θερμοῖς ἐχρῆτο. ταῦτα δὲ “ἔξεισι μὲν εἰς τὴν Ἀσφαλτῖτιν λίμνην, ὑπὸ γλυκύ- “τητος δέ ἐστι καὶ πότιμα.