Ancient Greek · ~7 min
8.2 to 8.7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.2-7
Not analysed yet
φθάνει γε μὴν τὴν ἐπιβουλὴν εἰς Αἴγυπτον διακομισθεὶς ὁ παῖς, δι᾿ ἐπιφανείας ἀγγέλου τὸ μέλλον προμεμαθηκότων αὐτοῦ τῶν γονέων. ταῦτα μὲν οὖν καὶ ἡ ἱερὰ τοῦ εὐαγγελίου διδάσκει γραφή. ἄξιον δ᾿ ἐπὶ τούτοις συνιδεῖν τἀπίχειρα τῆς Ἡρώδου κατὰ τοῦ Χριστοῦ καὶ τῶν ὁμηλίκων αὐτῷ τόλμης, ὡς παραυτίκα, μηδὲ σμικρᾶς ἀναβολῆς γεγενημένης, ἡ θεία δίκη περιόντα ἒτ’ αὐτὸν ἐν τῷ βίῳ μετελήλυθε, τὰ τῶν μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν διαδεξομένων αὐτὸν ἐπιδεικνῦσα προοίμια. ὡς μὲν οὑν τὰς κατὰ τὴν βασιλείαν αὐτῷ νομισθείσας εὐπραγίαις κατὰ τὸν οἶκον ἐπαλλήλοις ἠμαύρωσε συμφοραῖς ,γυναι- κὸς καὶ τέκνων καὶ τῶν λοιπῶν τῶν μάλιστα πρὸς γένους ἀναγκαιοτάτων τε καὶ φιλτάτων μιαιφο- νίαις, οὐδὲ οἷόν τε νῦν καταλέγειν, τραγικὴν ἃπασαν δραματουργίαν ἐπισκιαζούσης τῆς περὶ τούτων ὑποθέσεως ,ἣν εἰς πλάτος ἐν ταῖς καθ’ αὑτὸν ἱστορίαις ὁ Ἰώσηπος διελήλυθεν. ὡς δ’ ἅμα τῇ κατὰ τοῦ σωτῆρος ἡμῶν καὶ τῶν ἄλλων νηπίων ἐπιβουλῇ θεήλατος αὐτὸν καταλαβοῦσα μάστιξ εἰς θάνατον συνήλασεν, οὐ χεῖρον καὶ τῶν φωνῶν τοῦ συγγρα φἐως ἐπακοῦσαι ,κατὰ λέξιν ἐν ἑπτακαιδεκάτῳ τῆς ‘Ιουσϊκῆς ἀρχαιολογίας τὴν καταστροφὴν τοῦ κατ’ αὐτὸν βίου τοῦτον γράφοντος τὸν τρόπον· “Ἡρώδῃ “δὲ μειζόνως ἡ νόσος ἐνεπικραίνετο, δίκην ὧν πάρα “νομήσειεν ἐκπρασσομένου τοῦ θεοῦ. πῦρ μὲν γὰ “μαλακὸν ἦν, οὐχ ὧδε πολλὴν ἀποσημαῖνον τοῖς ἐπα φωμἐνοις τὴν φλόγωσιν, ὅσην τοῖς ἐντὸς προσετίθει “τὴν κάκωσιν, ἐπιθυμία δὲ δεινὴ τοῦ δέξασθαί τι, οὐδὲ “ἦν μὴ οὐχ ὑπουργεῖν ,καὶ ἕλκωσις τῶν τε ἐντέρων, “καὶ μάλιστα τοῦ κώλου δειναὶ ἀλγηδόνες, καὶ φλέγμα “ὑγρὸν περὶ τοὺς πόδας καὶ διαυγές. παραπλησία δὲ καὶ περὶ τὸ ἦτρον κάκωσις ἦν. ναὶ μὴν καὶ τοῦ αἰδοίου σῆψις σκώληκας ἐμποιοῦσα, πνεύματός τε ὀρθία ἔντασις, καὶ αὐτὴ λίαν ἀηδὴς ἀχθηδόνι τε τῆς “ἀποφορᾶς καὶ τῷ πυκνῷ τοῦ ἂσθματος. ὃς. σπασμός τε περὶ πᾶν ἢν μέλος, ἰσχὺν οὐχ ὑπομενητὴν προστι- “θέμενος.