Ancient Greek · ~7 min
8.4 to 8.10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.4-3-10
Not analysed yet
αὐτὸς μὲν οὖν περὶ τὸν πρὸς Ἀρμενίους πόλεμον ἅμα τοῖς αὐτοῦ στρατοπέδοις κατεπονεῖτο, τοὺς δὲ λοιποὺς τῶν τὰς ὑπ᾿ αὐτὸν πόλεις οἰκούντων δεινῶς ὁ λιμός τε ἅμα καὶ λοιμὸς κατετρυχέτην, ὡς ἑνὸς μέτρου πυρῶν δισχιλίας καὶ πεντακοσίας Ἀττικὰς ἀντικαταλλάττεσθαι. μυρίοι μὲν οὖν ἐτύγχανον οἱ κατὰ πόλεις θνήσκοντες, πλείους δὲ τούτων οἱ κατ᾿ ἀγρούς τε καὶ κώμας, ὡς ἤδη καὶ τὰς πάλαι τῶν ἀγροίκων πολυάνδρους ἀπογραφὰς μικροῦ δεῖν παντελῆ παθεῖν ἐξάλειψιν, ἀθρόως σχεδὸν ἁπάντων ἐνδείᾳ τροφῆς καὶ λοιμώδει νόσῳ διεφθαρμένων. τινὲς μὲν οὖν τὰ ἑαυτῶν φίλτατα βραχυτάτης τροφῆς τοῖς εὐπορωτέροις ἀπεμπολᾶν ἠξίουν, ἄλλοι δὲ τὰς κτήσεις κατὰ βραχὺ διαπιπράσκοντες εἰς ἐσχάτην ἐνδείας ἀπορίαν ἤλαυνον· ἤδη δέ τινες σμικρὰ χόρτου διαμασώμενοι σπαράγματα, καί τινας ἀνέδην φθοροποιοὺς ἐσθίοντες πόας, τὴν τῶν σωμάτων ἔξιν λυ- μαινόμενοι διώλλυντο. καὶ γυναίων δὲ τῶν κατὰ πόλεις εὐγενίδων τινὲς, εἰς ἀναίσχυντον ἀνάγκην πρὸς τῆς ἀπορίας ἐλαθεῖσαι, μεταιτεῖν ἐπὶ τῶν ἀγο- ρῶν προεληλύθεσαν, τῆς πάλαι ἐλευθερίου ὑπόδειγμα διὰ τῆς περὶ τὸ πρόσωπον αἰδοῦς καὶ τῆς ἀμφὶ τὴν περιβολὴν κοσμιότητος ὑποφαίνουσαι. καὶ οἱ μὲν ἀπεσκληκότες ὥσπερ εἴδωλα νεκρὰ ὧδε κἀκεῖσε ψυχορραγοῦντες, ἐνσειόμενοί τε καὶ περιολισθαίνοντες ὑπ’ ἀδυναμίας τοῦ στῆναι, κατέπιπτον ἐν μέσαις ταῖς πλατείαις, πρηνεῖς δ’ ἡπλωμένοι ὀρέξαι σφίσι μικρὸν τρύφος ἄρτου κατηντιβόλουν, καὶ τὴν ψυχὴν πρὸς ἐσχάταις ἔχοντες ἀναπνοαῖς πεινῆν ἐπεβόων, πρὸς μόνην ταύτην τὴν ὀδυνηροτάτην φωνὴν εὐσθενεῖς καθιστάμενοι· οἱ δὲ τὴν πληθὺν τῶν αἰτούντων καταπληττ· όμενοι, ὅσοι τῶν εὐπορωτέρων ἐδόκουν εἶναι, μετὰ τὸ μυρία παρασχεῖν εἰς ἀπηνῆ λοιπὸν καὶ ἄτεγκτον ἐχώρουν διάθεσιν, τὰ αὐτὰ τοῖς αἰτοῦσιν ὅσον οὔπω καὶ αὐτοὶ πείσεσθαι προσδοκῶντες, ὥστ’ ἤδη κατὰ μέσας ἀγορὰς καὶ στενωποὺς νεκρὰ καὶ γυμνὰ σώματα ἐφ’ ἡμέραις πλείοσιν ἄταφα διερριμμένα θέαν τοῖς ὁρῶσιν οἰκτροτάτην παρέχεσθαι. ἤδη γέ τοι καὶ κυνῶν τινὲς ἐγίνοντο βορὰ, δι’ ἣν μάλιστα αἰτίαν οἶ ζῶντες ἐπὶ τὴν κυνοκτονίαν ἐτράποντο, δέει τοῦ μὴ λυσσήσαντας ἀνθρωποφαγίαν ἐργάσασθαι.