Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.5
Not analysed yet
μετὰ δὲ τὴν ἑορτὴν ἡμέραις οὐ πολλαῖς ὕστερον, “μιᾷ καὶ εἰκάδι Ἀρτεμισίου μηνὸς, φάσμα τι δαιμόνιον “ὤφθη μεῖζον πίστεως. τέρας δ’ ἂν ἔδοξεν εἶναι τὸ “ῥηθησόμενον, εἰ μὴ καὶ παρὰ τοῖς θεασαμένοις ἱστό- “ρητο καὶ τὰ ἐπακολουθήσαντα πάθη τῶν σημείων “ἦν ἄξια. πρὸ γὰρ ἡλίου δύσεως ὤφθη μετέωρα πᾶσαν τὴν χώραν ἅρματα καὶ φάλαγγες ἔνοπλοι διᾴτ- “τουσαι τῶν νεφῶν καὶ κυκλούμεναι τὰς πόλεις.