Ancient Greek · ~2 min
8.5 to 8.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.5-4-6
Not analysed yet
τηνικαῦτα δ᾿ οὖν εἰς μέγα δόξης προελθόντος αὐτοῦ, ὄνομά τε παρὰ τοῖς πανταχῆ πᾶσιν ἀνθρώποις καὶ κλέος ἀρετῆς καὶ σοφίας οὐ σμικρὸν κτησαμένου, μηδεμιᾶς ἄλλης εὐπορῶν ὁ Δημήτριος κατηγορίας, τῆς πάλαι ἐν παιδὶ γεγονυίας αὐτῷ πράξεως δεινὴν ποιεῖται διαβολὴν, συμπεριλαβεῖν τολμήσας ταῖς κατηγορίαις τοὺς ἐπὶ τὸ πρεσβυτέριον αὐτὸν προάξαντας. ταῦτα μὲν οὖν μικρὸν ἐπράχθη ὕστερον. τότε γε μὴν ὁ Ὠριγένης ἐπὶ τῆς Ἀλεξανδρείας τὸ τῆς θείας διδασκαλίας ἔργον εἰς πάντας ἀφυλάκτως τοὺς προσιόντας νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἐπετέλει, τοῖς θείοις ἀόκνως μαθήμασι καὶ τοῖς ὡς αὐτὸν φοιτῶσι τὴν πᾶσαν ἀνατιθεὶς σχολήν