Ancient Greek
8.8 to 8.10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.8-2-10
Not analysed yet
τῶν δ’ ἐπισήμων τινὲς δημοτῶν ἀγανακτήσαντες πρὸς τὸ κακόφημον συλλαμβάνουσι τὸν ἄνθρωπον καὶ πολλαῖς αἰκίζονται πληγαῖς. ὁ δὲ οὔθ’ ὑπὲρ ἑαυτοῦ φθεγξάμενος οὔτε ἰδίᾳ πρὸς τοὺς παρόντας ἃς καὶ πρότερον φωνὰς βοῶν διετέλει. νομίσαντες δ’ οἱ ἄρχοντες, ὅπερ ἦν, δαιμονιώτερον εἶναι κίνημα τἀνδρὸς ἄγουσιν αὐτὸν ἐπὶ τὸν παρὰ Ῥωμαίοις ἔπαρχον· ἔνθα μάστιξι μέχρις ὀστέων ξαινό- “μενος οὔθ᾿ ἱκέτευσεν οὔτ᾿ ἐδάκρυσεν, ἀλλ᾿ ὡς ἐνῆν “μάλιστα τὴν φωνὴν ὀλοφυρτικῶς παρεγκλίνων πρὸς “ἑκάστην ἀπεκρίνατο πληγὴν, αἰαῖ Ἱεροσολύμοις.” ἕτερον δέ τι τούτου παραδοξότερον ὁ αὐτὸς ἱστορεῖ συγγραφεὺς χρησμόν τινα φάσκων ἐν ἱεροῖς γράμμασιν ηὑρῆσθαι περιέχοντα ὡς κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπὸ τῆς χώρας τις αὐτῶν ἄρξει τῆς οἰκουμένης, ὃν αὐτὸς μὲν ἐπὶ Οὐεσπασιανὸν πεπληρῶσθαι ἐξείληφεν·