Ancient Greek · ~4 min
9.1 to 9.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9.1-4-4
Not analysed yet
[Nic. H. E. V, 9] Πόλλα μὲν οὑν καὶ ἄλλα παράδοξα οἶ τῆς παροικίας πολῖται ὡσὰν ἐκ παραδόσεως τῶν κατὰ διαδοχὴν ἀδελφῶν τοῦ Ναρκίσσου μνημονεύουσιν, ἐν οἶς καὶ τοιόνδε τι θαῦμα δι’ αὐτοῦ γεγονὸς ἱστοροῦσι. κατὰ τὴν μεγάλην ποτὲ τοῦ πάσχα διανυκτέρευσιν τοὔλαιόν φασι τοῖς διακόνοις ἐπιλιπεῖν. ἐφ’ ᾧ τὸ πᾶν πλῆθος δεινῆς ἀθυμίας διαλαβούσης τὸν Νάρκισσον τοῖς τὰ φῶτα παρασκευάζουσιν ἐπιτάξαι ὕδωρ ἀνιμήσαντας ὡς αὐτὸν κομιεῖσθαι. τούτου δὲ ἅμα λόγῳ πραχθέντος ἐπευξάμενον τῷ ὕδατι ἐγχέαι κατὰ τῶν λύχνων πίστει τῇ εἰς τὸν κύριον γνησίᾳ παρακελεύσασθαι. ποιησάντων δὲ καὶ τοῦτο παρὰ πάντα λόγον δυνάμει παραδόξῳ καὶ θείᾳ μεταβαλεῖν ἐξ ὕδατος εἰς ἐλαίου ποιότητα τὴν φύσιν, παρά τε πλείστοις τῶν αὐτόθι ἀδελφῶν ἐπὶ μήκιστον ἐξ ἐκείνου καὶ εἰς ἡμᾶς βραχύ τι δεῖγμα τοῦ τότε θαύματος φυλαχθῆναι. ἄλλα τε πλεῖστα περὶ τοῦ βίου τοῦδε τοῦ ἀνδρὸς μνήμης ἄξια καταλέγουσιν, ἐν οἷς καὶ τοιόνδε τι. τὸ εὔτονον αὐτοῦ καὶ στερρὸν τοῦ βίου φαῦλοί τινες ἀνθρωπίσκοι μὴ οἷοί τε φέρειν, δέει τοῦ μὴ δίκην ὑποσχεῖν ἁλόντας, διὰ τὸ μυρία κακὰ ἑαυτοῖς συνειδέναι, συσκευὴν κατ’ αὐτοῦ προλαβόντες συρράπτουσι, καί τινα δεινὴν καταχέουσιν αὐτοῦ διαβολήν.