Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9.1-6
Not analysed yet
[Nic. H. E. VII, 8] Πάντα δ’ ὑπεραίρει λόγον καὶ ἃς ὑπέμειναν αἰκίας καὶ ἀλγηδόνας οἱ κατὰ Θηβαίδα μάρτυρες, ὀστράκοις ἀντὶ ὀνύχων ὅλον τὸ σῶμα μέχρις ἀπαλλαγῆς τοῦ βίου καταξαινόμενοι, γύναιά τε τοῖν ποδοῖν ἐξ ἑνὸς ἀποδεσμού μετέωρά τε καὶ διαέρια κάτω κεφαλὴν μαγγάνοις τισὶν εἰς ὕψος ἀνελκόμενα, γυμνοῖς τε παντελῶς καὶ μηδ’ ἐπικεκαλυμμένοις τοῖς σώμασι θέαν ταύτην αἰσχίστην καὶ πάντων ὠμοτάτην καὶ ἀπανθρωποτάτην τοῖς ὁρῶσιν ἅπασι παρεσχημένα.