Ancient Greek · ~2 min
ΛΟΓΟΣ Θ., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9.12
Not analysed yet
καὶ δὴ ἐπὶ τούτοις αὐτός τε Κωνσταντῖνος καὶ σὺν αὐτῷ βασιλεὺς Λικίννιος (οὔπω τότε ἐφ’ ἣν ὕστερον ἐκπέπτωκε μανίαν τὴν διάνοιαν ἐκτραπεὶς) θεὸν τὸν τῶν ἀγαθῶν αὐτοῖς αἴτιον εὐμενίσαντες ἄμφω μιᾷ βουλῇ καὶ γνώμῃ νόμον ὑπὲρ Χριστιανῶν τελεώτατον πληρέστατα διατυποῦνται, καὶ τῶν πεπραγμένων εἰς αὐτοὺς ἐκ θεοῦ τὰ παράδοξα, τά τε τῆς κατὰ τοῦ τυράννου νίκης, καὶ τὸν νόμον αὐτὸν Μαξιμίνῳ τῶν ἐπ’ ἀνατολῆς ἐθνῶν ἔτι δυναστεύοντι, φιλίαν τε πρὸς αὐτοὺς ὑποκοριζομένῳ, διαπέμπονται.