Ancient Greek · ~2 min
ΛΟΓΟΣ Θ., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9.3-3
Not analysed yet
Μαξεντίου δῆτα μᾶλλον ταῖς κατὰ γοητείαν μηχαναῖς ἢ τῇ τῶν ὑπηκόων ἐπιθαρσοῦντος εὐνοίᾳ, προελθεῖν γε μὴν οὐδ’ ὅσον πυλῶν τοῦ ἄστεος ἐπιτολμῶντος, ὁπλιτῶν δ’ ἀνηρίθμῳ πλήθει καὶ στρατοπέδων λό- χοις μυρίοις πάντα τόπον καὶ χώραν καὶ πόλιν, ὅση τις ἐν κύκλῳ τῆς Ῥωμαίων καὶ Ἰταλίας ἀπάσης ὑπ’ αὐτῷ δεδούλωτο, φραξαμένου, ὁ τῆς ἐκ θεοῦ συμμαχίας ἀνημμένος βασιλεὺς ἐπιὼν πρώτῃ καὶ δευτέρᾳ καὶ τρίτῃ τοῦ τυράννου παρατάξει, εὖ μάλα τε πάσας ἑλὼν, πρόεισιν ἐπὶ πλεῖστον ὅσον τῆς Ἰταλίας, ἤδη τε αὐτῆς Ῥώμης ἄγχιστα ἦν·