Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9.4
Not analysed yet
ἐπὶ τῆς τετάρτης γοῦν ὑπατείας Τιβερίου ,ἣ γέγονεν ἔτους ἑβδόμου τῆς βασιλείας αὐτοῦ ,τὰ περὶ τὸ σωτήριον πάθος αὐτοῖς τολμηθέντα περιέχει, καθ’ ὃν δείκνυται χρόνον μηδ’ ἐπιστάς πω τῇ Ἰουδαίᾳ Πιλᾶτος, εἴ γε τῷ Ἰωσήπῳ μάρτυρι χρήσασθαι δέον, σαφῶς οὕτω σημαίνοντι κατὰ τὴν δηλωθεῖσαν αὐτοῦ γραφὴν ὅτι δὴ δωδεκάτῳ ἐνιαυτῷ τῆς Τιβερίου βασιλείας ἐπίτροπος τῆς Ἰουδαίας ὑπὸ Τιβερίου καθίσταται Πιλᾶτος.