Ancient Greek · ~2 min
9.6 to 9.7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9.6-2-7
Not analysed yet
θαυμάσιοι μὲν οὖν καὶ οὗτοι, ἐξαιρέτως δὲ ἐκεῖνοι θαυμασιώτεροι, οἱ πλούτῳ μὲν καὶ εὐγενείᾳ καὶ δόξῃ, λόγῳ τε καὶ φιλοσοφίᾳ διαπρέψαντες, πάντα γε μὴν δεύτερα θέμενοι τῆς ἀληθοῦς εὐσεβείας καὶ τῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως· οἷος Φιλόρωμος ἦν, ἀρχήν τινα οὐ τὴν τυχοῦσαν τῆς κατ’ Ἀλεξάνδρειαν βασιλικῆς διοικήσεως ἐγκεχειρισμένος, ὃς μετὰ τοῦ ἀξιώματος καὶ τῆς Ῥωμαϊκῆς τιμῆς ὑπὸ στρατιώταις δορυφορούμενος ἑκάστης ἀνεκρίνετο ἡμέρας· Φιλέας τε τῆς Θμουιτῶν ἐκκλησίας ἐπίσκοπος, διαπρέψας ἀνὴρ ταῖς κατὰ τὴν πατρίδα πολιτείαις τε καὶ λειτουργίαις, ἔν τε τοῖς κατὰ φιλοσοφίαν λόγοις·