Ancient Greek · ~39 min
Εὐσεβίου τοῦ Παμφίλου εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων ἐξήγησις.
Eusebius Scr. Eccl. et Theol., In cantica canticorum interpretatio Εὐσεβίου τοῦ Παμφίλου εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων ἐξήγησις..1
Not analysed yet
ᾎσμα ᾀσμάτων διὰ τοῦτο καλεῖται, ἐπειδὴ [μετὰ] τὰ μέν τ' ἄλλα ᾄσματα τοῦτο, μετὰ δὲ τοῦτο οὐκ ἔτι ἄλλο προσδοκᾶν ἐστίν· ἄλλο δὲ λέγω, οὐ βιβλίον, ἀλλὰ τὸ ἐκ τοῦ βιβλίου σημαινόμενον. Ὃ δὲ λέγει, τοιοῦτον ἐστί. Πᾶσα θεία γραφὴ περὶ τῆς εἰς ἡμᾶς τοῦ Λόγου καθόδου, καὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας προφητεύει. Τοῦτο γὰρ τὸ βούλημα τοῦ Θεοῦ ἐστὶν, τοῖς τε προφήταις καὶ πάσῃ τῇ θεογραφῇ τοῦτο προηγούμενον ἐστὶν ἀπαγγέλλειν. Παρακολούθημα δὲ τῷ θείῳ διηγήματι τοῦτο ποιοῦνται, λόγους περὶ τῶν ἐθνῶν τῆς Βαβυλῶνος, τῆς Δαμάσκου, τῆς Μωὰβ καὶ τῶν ἄλλων· καὶ δι' ἑκάστης γραφῆς τοῖς μὲν ἁμαρτάνουσιν ἐπιτιμῶσι, τοὺς δὲ προληφθέντας προτρέπονται μετανοεῖν, ἀπειλοῦντες τὴν μέλλουσαν τοῦ πυρὸς κρίσιν. Αἱ μὲν οὖν ἄλλαι γραφαὶ προλέγουσιν, οἷον Μωϋσῆς μέν· Προφήτην ἀναστήσει, λέγων, Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ἡμῶν ὡς ἐμέ. Ἡσαΐας δέ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν. Ὁ δὲ Μιχαίας· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου. Καὶ ἄλλος ἄλλως προλέγει. Κατὰ μὲν τὴν τοῦ Πνεύματος χάριν καὶ τούτων λεγόντων, προσεδοκάτω ὁ ἐπαγγελλόμενος Κύριος· διὰ τοῦτο καὶ πολλοὶ ἀπήγγελλον, καὶ ὡς ἦλθεν, ἐπαύσαντο οἱ προφητεύοντες, καὶ ἔστι ταῦτα πάντα ᾄσματα ᾄδοντα περὶ τοῦ ἐρχομένου σωτῆρος. Τὸ δὲ ᾆσμα τῶν ᾀσμάτων οὐχ ὡς προφητεῦόν ἐστιν, οὐδ' ὡς προσημαῖνον, ἀλλ' ὃν οἱ ἄλλοι προαπήγγελλον, τοῦτον ὡς ἤδη ἐλθόντα δείκνυσι καὶ ἤδη λαβόντα τὴν σάρκα, δικαίως ἐπὶ συζυγίᾳ τοῦ Λόγου καὶ τῆς σαρκὸς ἐπιθαλάμιον ᾄδει. Καὶ αἱ μὲν ἄλλαι γραφαὶ λέγουσαι περὶ τοῦ σωτῆρος, μεταξὺ καὶ περὶ ἄλλων τινων ἀπαγγέλλουσιν. Τὸ δὲ βιβλίον τοῦτο μόνην τὴν τοῦ Λόγου συζυγίαν πρὸς τὸ σῶμα ᾄδει. Καὶ αἱ μὲν ἄλλαι γραφαὶ, διὰ τὰ μεταξὺ τελούμενα, εἰσὶ καὶ ὀργῆς καὶ θυμοῦ λόγοι καὶ φόβων ἀπειλή· τὸ δὲ βιβλίον τοῦτο, ἐπειδὴ οὐδὲν ἕτερον ἢ τὴν παρουσίαν μόνην τοῦ Λόγου σημαίνει, θυμηδείας καὶ χαρᾶς καὶ εὐφροσύνης μόνους ἔχει λόγους. Νυμφίου παρόντος, πάντας χαίρειν προσήκει καὶ μηδένα πενθεῖν, ὡς αὐτὸς ὁ Κύριος εἴρηκε. Αὐτὸς γὰρ παρὼν, τὰς ἀσθενείας ἡμῶν ἐβάστασεν, καὶ τὰς λύπας ἐπέστρεψεν εἰς χαράν. Ὥσπερ οὖν μετὰ τὴν οἰκονομίαν τοῦ σωτῆρος οὐκέτι προφήτην προσδοκῶμεν, οὕτω μετὰ τὰ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων σημαινόμενα, οὐκ ἔστιν ἄλλο τι καινότερον μελετᾶν ἢ προσδοκᾶν σημαινόμενον. Καὶ γὰρ τὰ ἐν τῷ ᾄσματι σημαινόμενα, ταῦτα καὶ ἐν τοῖς προφήταις καὶ ἐν ταῖς ἄλλαις γραφαῖς ἐκ διαστήματος λεγόμενα εὑρίσκεται. Πάλιν τε, ὥσπερ δεικνύντος τοῦ Ἰωάννου τὸν ἀμνὸν, ἕως Ἰωάννου ὁ νόμος καὶ οἱ προφῆται εἰσὶν, οὕτω τὰ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων σημαινόμενα, τέλος ἐστι πάντων τῶν ἐν τῇ θείᾳ γραφῇ σημαινομένων. Τί γὰρ ἄλλο μετὰ τὸν σωτῆρα προσδοκᾶν δεῖ ἢ ἀνάστασιν καὶ κρίσιν; διὰ τοῦτο οἱ κατὰ Φρύγας προσάγοντες προφήτας μετὰ τὸν Κύριον, σφάλλονται καὶ αἱρετικοὶ κατεκρίθησαν. ᾎσμα ᾀσμάτων οὖν διὰ τὸ μετὰ τὸ ῥητὸν οὐδὲν ἕτερον [ἔστι] προσδοκᾶν. Καὶ ὥσπερ μετὰ νόμον ἅγια ἦν, καὶ μετὰ τὰ ἅγια τῶν ἁγίων οὐκέτι ἦν ἐσώτερος τόπος, οὕτω μετὰ μὲν τὸ ᾆσμα τῶν ᾀσμάτων, οὐκέτι δὲ προσδοκᾶν ἐστὶν ἐσωτερικὴν καινοτέραν ἐπαγγελίαν. Ἅπαξ γὰρ ὁ Λόγος ἐγένετο σὰρξ, καὶ τετελείωκε τὸ ἔργον. Ἔστι δὲ ὅλον τὸ βιβλίον διαλόγων πλῆρες τούτων· τοῦ παλαιοῦ λαοῦ πρὸς τὸν Λόγον, καὶ καθόλου τοῦ ἀνθρωπίνου γένους πρὸς τὸν Λόγον, καὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας πρὸς αὐτὸν, καὶ τοῦ Λόγου πρὸς αὐτὴν, καὶ πάλιν πρὸς τὸ ἀνθρώπινον γένος, εἶτα τῆς ἐξ ἐθνῶν πρὸς τὴν Ἱερουσαλὴμ, καὶ τῆς Ἱερουσαλὴμ περὶ τῆς ἐξ ἐθνῶν, καὶ περὶ ἑαυτῆς διάλογοι· εἶτα καὶ τῶν διακονούντων ἀγγέλων πρὸς τοὺς κληθέντας ἀνθρώπους εἰς τὸ κήρυγμα. Τοῦ μὲν οὖν παλαιοῦ λαοῦ, ἀξιοῦντος αὐτὸν κατελθεῖν καὶ ἑνωθῆναι τῇ σαρκὶ, ταῦτα· “Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.” Καὶ πάλιν διὰ τούτων προτρέπεται· “Νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, συ”νετήρησα σοί.” Καὶ κοινὴ δὲ πάντων [φωνὴ] πρὸς τὸν Λόγον, ἵνα τὸ ἡμῶν ἀναλάβῃ σῶμα· “Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα ”μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλή”σω σε, κἄν γε οὐκ ἐξουδενώσεις με. Παρα”λήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός “μου, καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης “με.” Οὐ γὰρ ἔξωθεν, ἀλλ' ἀφ' ἧς ἐγενήθη μὲν μήτρας ἀναλαβεῖν αὐτὸν ἠξίου τὸ σῶμα, εἰ καὶ μὴ ὡς ἡμεῖς ἐξ ἀνδρὸς καὶ γυναικός· ἐκ γὰρ μόνης Παρθένου ὡς ὁ πλάστης ἑαυτῷ ἔλαβε σῶμα, πλὴν ὅτι ἐξ ἀνθρώπου· ἄνθρωπος γὰρ ἡ θεοτόκος Μαρία. Καὶ Λόγου δὲ πρὸς τοὺς ἀξιώσαντας, ἀναλαμβάνοντος ἤδη τὴν σάρκα ἐκ τῆς Παρθένου, ταῦτα· “Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου “νύμφη, ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων “μου. Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, “ἔπιον οἶνόν μου μετὰ γάλακτός μου”. Εἰς γὰρ τὸν ἴδιον κῆπον, τὴν κτίσιν, εἰσελθὼν, ἔλαβεν αὑτῷ ἀπὸ τῆς Παρθένου τὸ σῶμα, καὶ γέγονεν ἄνθρωπος· θνητὸν μὲν οὖν σῶμα, ἀλλὰ μετὰ εὐωδίας· τῷ γὰρ παναγίῳ καθ' ὑπόστασιν ἥνωται Λόγῳ· καὶ εἰ γάλα ὡς ἄνθρωπος ἠφίει τὸ σῶμα φαγεῖν, ἀλλ' ἐνεπλήρου αὐτὸ καὶ οἶνον τῆς ἑαυτοῦ τελειότητος· καὶ γὰρ ὥσπερ ἤσθιε γάλα, οὕτως καὶ αὐτὸ καὶ ἅπαν τὸ ἴδιον ἐνειργάζεται. Εἶτα ὁ Λόγος λοιπὸν τὸ σῶμα λαβὼν, προσκαλεῖται τὸν παλαιὸν λαὸν πρῶτον, ὡς πρῶτον πιστευθέντα τὰ λόγια, διὰ τούτων· “Ἀνάστα, ἔλθε, [ἡ] πλησίον μου, καλή “μου, περιστέρα μου, ὅτι ἰδοὺ ὁ χειμὼν πα”ρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· ”τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς “ἔφθακε, φωνὴ τοῦ τρυγῶνος ἠκούσθη ἐν τῇ “γῇ ἡμῶν, ἡ σύκη ἐξήνεγκεν ὀλύνθους αὐ”τῆς, οἱ ἄμπελοι ἡμῶν κυπρίζουσι.” Ὡς λαβόντος τοῦ πρώτου λαοῦ ἕως καιροῦ τὴν σκιὰν τῆς ἐν τῷ νόμῳ διδασκαλίας, καὶ ὡς δόντος τὴν φωνὴν τοῦ τρυγῶνος ὑπομιμνήσκει. Προσκαλεσάμενος δὲ ὁ Λόγος τὴν Ἱερουσαλὴμ, προσκαλεῖται λοιπὸν καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ τούτων. (Εἷς γάρ ἐστι Κύριος καὶ Ἰουδαίων καὶ ἐθνῶν). “Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ “Λιβάνου, ἐλεύσῃ καὶ διελεύσῃ ἀπ' ἀρχῆς “πίστεως, ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἑρ”μὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων “παρδαλέων.” Ἀπὸ γὰρ εἰδωλολατρείας καὶ θηριώδους τρόπου προσκαλεῖται αὐτὴν εἰς πίστιν. Κληθεῖσα τοίνυν ἐξ ἐθνῶν καὶ ἤδη κατανυγεῖσα, λέγει πρὸς τὸν Λόγον ταῦτα· “Ἀπαγγεῖλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή “μου. Ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν “μεσημβρίᾳ; μήποτε γένωμαι ὡς περιβαλ”λομένη ἐπ' ἀγέλαις ἑταίρων σου.” Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μεταβολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαιωθῆναι, μήποτε πάλιν πάθῃ τὸ αὐτό. Παρακληθεὶς ὁ Λόγος διδάσκει λοιπὸν αὐτὴν διὰ τούτων· “Ἐὰν μὴ γνῶς σεαυτὴν, ἡ καλὴ ἐν γυναι”ξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων, “καὶ ποίμαινε τὰς ἐρίφους σου, ἐπὶ σκηνώ”μασι τῶν ποιμένων.” Οὐ δύναται γάρ τις γνῶναι Θεὸν, μὴ πρότερον γνοὺς ἑαυτόν. Εὐσεβείας γὰρ εἰς Θεὸν, ἀρχὴ αἴσθησις· αἴσθησις δὲ, οὐχ ἡ ἔξωθεν, ἀλλ' ἡ ψυχῆς διάνοια μετὰ πίστεως. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν ἔγκλησιν τῶν ἐθνῶν γενομένην ἒν ἀκροβυστίᾳ πίστεως, θαυμάζουσα λέγει· “Τί ὄψεσθε, λέγει, ἐν τῇ Σουναμίτιδι, ἡ· “ἐρχομένη ὡς χοροὶ παρεμβολῶν”; Οὐ γὰρ ἐξ ἑνὸς, ἀλλ' ἐκ παντὸς ἔθνους ἤρχοντο, ἀφέντες τὰς ἰδίας παρεμβολὰς, καὶ συντρίψαντες τὰς μαχαίρας, καὶ λοιπὸν εἰρηνικὰ φρονοῦντες. Ἡ ἐξ ἐθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ ὡς παραμεμφομένην, ἀπολογεῖται περὶ ἑαυτῆς ὅτι μὴ ἀργή ἐστιν αὐτῆς ἡ κλῆσις. “Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱε”ρουσαλὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤ”ῥεις Σαλωμών. Μὴ βλέψητέ με ὅτι ἐγώ “εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥ”λιος. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· “ἔθεντό με φυλακίσσαν ἐν ἀμπελῶσι, ἀμπε”λῶνα ἐμὸν οὐκ ἐφύλαξα.” Εἰ γὰρ, φησὶ, μέλαινά εἰμι, ἀλλ' ὑπὸ τὸν αὐτὸν ἥλιον εἰμί· καὶ εἰ ἀκρόβυστος εἰμὶ, ἀλλ' ἀπεταξάμην εἰδώλοις· καὶ ἐξῆλθον ἐκ τοῦ οἴκου τῆς μητρός μου, ὥσπερ καὶ ὁ Ἁβραὰμ, ἐκείνης γάρ εἰμι τῆς πίστεως. Καὶ διὰ τοῦτο ἀξιῶ, "εἰσαγάγετε εἰς τὸν “οἶκον τοῦ οἴνου· τάξατε ἐπ' ἐμὲ ἀγάπην· “στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν “μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.” Μὴ τῇ ἀκροβυστίᾳ προσέχετε, ἀλλ' ἐν ἀγάπῃ προσλαβοῦ με, ὦ νόμε καὶ προφῆται. Καὶ δυσώδης εἰμὶ τῇ ἀγριότητι, ἀλλὰ σύ με παίδευε, καὶ τῇ εὐωδίᾳ σου στήριξον. Τέτρωμαι γὰρ τῇ ἀγάπῃ, καὶ διὰ τοῦτο· “Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, “ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ “ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν “ἀγάπην, ἕως οὗ θελήσῃ.” Ὁρκίζω ὑμᾶς, ὦ πατέρες, οὐ κατὰ τῶν δυνάμεων (οὐκ ἔξεστι γὰρ), ἀλλ' ἐν ταῖς δυνάμεσιν τοῦ παραδείσου, ἵνα εἰς ἐκεῖνον βλέποντες, ὡς [εἰς] τὸν Ἀδὰμ, οὕτω με προσδέξασθε· καὶ γὰρ κἀκεῖ οὐκ ἔστι περιτομὴ, ἄρτι δὲ μετὰ τοῦ Ἀδὰμ [με] ἀνακαινίζετε. Ὁ Λόγος ὁρῶν τὴν πίστιν τὴν ἐξ ἐθνῶν καὶ ἀποδεχόμενος, λέγει· “Καλὴ ἡ πλησίον μου ὡς εὐδοκία, ὡραῖα “[ὡς] Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέ”ναι”. Οὐ γὰρ ἄλλως ἢ τὴν Ἱερουσαλὴμ δεῖ εἶναι τοὺς ἀπὸ ἐθνῶν, ἵνα εἷς λαὸς γένηται· τοῦτο δὲ γίνεται, ὅταν μετὰ τοῦ τιμᾶν τὸν νόμον, πιστεύωμεν τῷ Χριστῷ. Εἷς γὰρ ὁ Θεὸς τοῦ νόμου καὶ τῶν εὐαγγελίων· καὶ ὁ μὴ ὡς Ἱερουσαλὴμ γενόμενος, οὐ γίνεται πλησίον τοῦ Θεοῦ. Ἱερουσαλὴμ ὁρῶσα τῶν τε ἐθνῶν τὴν πίστιν καὶ τὴν τοῦ Λόγου φιλανθρωπίαν, λέγει· “Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεν”νήμασι τοῦ χειμάῤῥου, εἰ ἤνθησεν ἡ ἄμ”πελος, εἰ ἤνθησαν αἱ ῥοαί· ἐκεῖ δώσω “τοὺς μαστούς μου σοί· οὐκ ἔγνω ἡ ψυχή “μου· ἔθετό με ἅρματα Ἀμιναδάβ”. Εἰς κῆπον τῆς καρύας, τουτέστιν τὰς γραφὰς ἐγενόμην, αἵτινες ὡς καρύαι εἰσὶν ἔξωθεν μὲν σκληραὶ, ἔσωθεν δὲ πνευματικαί. Καὶ εἶδον ὅτι ζευχθῆναί με δεῖ, ὡς ἐν ἅρμασι, ἐξ ἐθνῶν κλήσει. Ζευχθέντων τοίνυν ἀμφοτέρων τῶν λαῶν, λοιπὸν πανταχοῦ τὸ κήρυγμα ἀπεστάλη, καὶ τούτου γίνονται διάκονοι οἱ ἄγγελοι λέγοντες· “Ἐξέλθετε, καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σα”λωμὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐ”τὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως “αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας “αὐτοῦ”. Ὁ γὰρ ἐξερχόμενος ἀπὸ τῆς κακίας, ὄψεται καὶ τὴν τοῦ Λόγου πρὸς ἡμᾶς [φιλανθρωπίαν], διὰ τῆς τοῦ σώματος προσλήψεως, τότε καὶ τὴν κατὰ τοῦ θανάτου νίκην πεποίηται, δι' ἢν εὐφροσύνης τὰ πάντα πεπλήρωκε. Τοιαῦτα τὰ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων, τὰ τῶν διαλόγων ἐστίν· ἐξ ὧν ἀφορμήν τις λαβὼν δύναται ἀπ' αὐτοῦ τοῦ βιβλίου τὰ ὅμοια τοῖς ὁμοίοις συνάπτειν κατὰ νοῦν. Ἔχει δὲ τὸ βιβλίον στίχους σπϛ.